Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.275 Joseph. AJ 1.279 (English) >>Joseph. AJ 1.284

1.277ἤδη γὰρ τὴν Ἰσμαήλου παῖδα Ἡσαῦς παρειλήφει πρὸς γάμον Βασεμάθην· οὐ γὰρ εὐνόουν τοῖς Χαναναίοις οἱ περὶ τὸν Ἴσακον, ὥστε ἐπὶ τοῖς πρότερον αὐτοῦ γάμοις δυσχερῶς διακειμένων εἰς τὸ ἐκείνοις κεχαρισμένον τὴν Βασεμάθην παρέλαβεν μάλιστα περὶ αὐτὴν σπουδάσας. 1.278

Ἰάκωβος δὲ εἰς τὴν Μεσοποταμίαν στελλόμενος ὑπὸ τῆς μητρὸς κατὰ γάμον τῆς Λαβάνου θυγατρὸς τοῦ ἐκείνης ἀδελφοῦ, ἐπιτρέψαντος Ἰσάκου τὸν γάμον διὰ τὸ πείθεσθαι τοῖς βουλήμασι τῆς γυναικὸς διὰ τῆς Χαναναίας ἐπορεύετο καὶ διὰ τὸ πρὸς τοὺς ἐπιχωρίους μῖσος παρʼ οὐδένα μὲν ἠξίου κατάγεσθαι, 1.279ὑπαίθριος δὲ ηὐλίζετο τὴν κεφαλὴν λίθοις ὑπʼ αὐτοῦ συμφορουμένοις ἐπιτιθεὶς καὶ τοιαύτην κατὰ τοὺς ὕπνους ὄψιν ὁρᾷ παραστᾶσαν αὐτῷ· κλίμακα γῆθεν ἔδοξεν ἐφικνουμένην τοῦ οὐρανοῦ βλέπειν καὶ διʼ αὐτῆς ὄψεις κατιούσας σεμνότερον κατὰ ἀνθρώπου φύσιν ἐχούσας, καὶ τελευταῖον ὑπὲρ αὐτῆς τὸν θεὸν ἐναργῶς αὐτῷ φαινόμενον ὀνομαστί τε καλέσαι καὶ ποιήσασθαι τοιούτους λόγους. 1.280Ἰάκωβε, πατρὸς ὄντα σε ἀγαθοῦ καὶ πάππου δόξαν ἀρετῆς μεγάλης εὑραμένου κάμνειν ἐπὶ τοῖς παροῦσιν οὐ προσῆκεν, ἀλλʼ ἐλπίζειν τὰ κρείττονα· 1.281καὶ γὰρ ἄφθονος ἐκδέξεταί σε μεγάλων ἀγαθῶν παρουσία πρὸς τὸ πᾶν κατὰ τὴν ἐμὴν ἐπικουρίαν. Ἅβραμόν τε γὰρ ἐγὼ ἐκ τῆς Μεσοποταμίας δεῦρο ἤγαγον ἐλαυνόμενον ὑπὸ τῶν συγγενῶν, καὶ πατέρα τὸν σὸν εὐδαίμονα ἀπέφηνα· ὧν οὐχ ἥττω μοῖραν εἰς σὲ καταθήσομαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.275 Joseph. AJ 1.279 (English) >>Joseph. AJ 1.284

Powered by PhiloLogic